Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.50.1 | Hdt. 9.51.3 (English) | >>Hdt. 9.53.2 |
9.51.1
βουλευομένοισι δὲ τοῖσι στρατηγοῖσι ἔδοξε , ἣν ὑπερβάλωνται ἐκείνην τὴν ἡμέρην οἱ Πέρσαι συμβολὴν ποιεύμενοι , ἐς τὴν νῆσον ἰέναι . ἡ δὲ ἐστὶ ἀπὸ τοῦ Ἀσωποῦ καὶ τῆς κρήνης τῆς Γαργαφίης , ἐπʼ ᾗ ἐστρατοπεδεύοντο τότε , δέκα σταδίους ἀπέχουσα , πρὸ τῆς Πλαταιέων πόλιος .
9.51.2 νῆσος δὲ οὕτω ἂν εἴη ἐν ἠπείρῳ · σχιζόμενος ὁ ποταμὸς ἄνωθεν ἐκ τοῦ Κιθαιρῶνος ῥέει κάτω ἐς τὸ πεδίον , διέχων ἀπʼ ἀλλήλων τὰ ῥέεθρα ὅσον περ τρία στάδια , καὶ ἔπειτα συμμίσγει ἐς τὠυτό . οὔνομα δέ οἱ Ὠερόη ·
9.51.3 θυγατέρα δὲ ταύτην λέγουσι εἶναι Ἀσωποῦ οἱ ἐπιχώριοι . ἐς τοῦτον δὴ τὸν χῶρον ἐβουλεύσαντο μεταναστῆναι , ἵνα καὶ ὕδατι ἔχωσι χρᾶσθαι ἀφθόνῳ καὶ οἱ ἱππέες σφέας μὴ σινοίατο ὥσπερ κατιθὺ ἐόντων · μετακινέεσθαί τε ἐδόκεε τότε ἐπεὰν τῆς νυκτὸς ᾖ δευτέρη φυλακή , ὡς ἂν μὴ ἰδοίατο οἱ Πέρσαι ἐξορμωμένους καί σφεας ἑπόμενοι ταράσσοιεν οἱ ἱππόται .
9.51.4 ἀπικομένων δὲ ἐς τὸν χῶρον τοῦτον , τὸν δὴ ἡ Ἀσωπὶς Ὠερόη περισχίζεται ῥέουσα ἐκ τοῦ Κιθαιρῶνος , ὑπὸ τὴν νύκτα ταύτην ἐδόκεε τοὺς ἡμίσεας ἀποστέλλειν τοῦ στρατοπέδου πρὸς τὸν Κιθαιρῶνα , ὡς ἀναλάβοιεν τοὺς ὀπέωνας τοὺς ἐπὶ τὰ σιτία οἰχομένους · ἦσαν γὰρ ἐν τῷ Κιθαιρῶνι ἀπολελαμμένοι .
ch. 52
9.52.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.50.1 | Hdt. 9.51.3 (English) | >>Hdt. 9.53.2 |